Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.643 Joseph. BJ 2.649 (English) >>Joseph. BJ 2.654

2.646συναγαγὼν μέντοι πάντα τοῖς δημόταις ἔδωκεν τοῖς τε κατὰ Σέπφωριν ὁμοίως· καὶ γὰρ ἐκείνους χειρωσάμενος νουθετῆσαι διὰ τῆς ἁρπαγῆς ἠθέλησεν, τῇ δʼ ἀποδόσει τῶν χρημάτων πάλιν εἰς εὔνοιαν προσηγάγετο.

-- --

2.647

Τὰ μὲν οὖν κατὰ Γαλιλαίαν ἐπέπαυτο κινήματα, καὶ τῶν ἐμφυλίων παυσάμενοι θορύβων ἐπὶ τὰς πρὸς Ῥωμαίους ἐτράποντο παρασκευάς· 2.648ἐν δὲ τοῖς Ἱεροσολύμοις Ἄνανός τε ἀρχιερεὺς καὶ τῶν δυνατῶν ὅσοι μὴ τὰ Ῥωμαίων ἐφρόνουν τό τε τεῖχος ἐπεσκεύαζον καὶ πολλὰ τῶν πολεμιστηρίων ὀργάνων. 2.649καὶ διὰ πάσης μὲν τῆς πόλεως ἐχαλκεύετο βέλη καὶ πανοπλία, πρὸς ἀτάκτοις δὲ γυμνασίαις τὸ τῶν νέων πλῆθος ἦν, καὶ μεστὰ πάντα θορύβου, δεινὴ δὲ κατήφεια τῶν μετρίων, καὶ πολλοὶ τὰς μελλούσας προορώμενοι συμφορὰς ἀπωλοφύροντο. 2.650θειασμοί τε τοῖς εἰρήνην ἀγαπῶσιν δύσφημοι, τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν, καὶ τὸ κατάστημα τῆς πόλεως πρὶν ἐπελθεῖν Ῥωμαίους ἦν οἷον ἀπολουμένης. 2.651Ἀνάνῳ γε μὴν φροντὶς ἦν κατὰ μικρὸν ἀφισταμένῳ τῶν εἰς τὸν πόλεμον παρασκευῶν κάμψαι πρὸς τὸ συμφέρον τούς τε στασιαστὰς καὶ τὴν τῶν κληθέντων ζηλωτῶν ἀφροσύνην, ἡττήθη δὲ τῆς βίας, κἀν τοῖς ἑξῆς οἵου τέλους ἔτυχεν δηλώσομεν. 2.652

Κατὰ δὲ τὴν Ἀκραβετηνὴν τοπαρχίαν Γιώρα Σίμων πολλοὺς τῶν νεωτεριζόντων συστησάμενος ἐφʼ ἁρπαγὰς ἐτράπετο καὶ οὐ μόνον τὰς οἰκίας ἐσπάρασσεν τῶν πλουσίων, ἀλλὰ καὶ τὰ σώματα κατῃκίζετο δῆλός τε ἦν ἤδη πόρρωθεν ἀρχόμενος τυραννεῖν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.643 Joseph. BJ 2.649 (English) >>Joseph. BJ 2.654

Powered by PhiloLogic